Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.211 Joseph. AJ 2.216 (English) >>Joseph. AJ 2.220

2.214ὅσα τε πολεμῶν κατὰ τὴν ἐμήν, φησί, συμμαχίαν ἠνδραγάθησε κἂν ἀσεβεῖς εἶναι δόξητε καὶ μὴ διὰ μνήμης ἔχοντες. Ἰάκωβον δὲ καὶ τοῖς οὐχ ὁμοφύλοις γνώριμον εἶναι συμβέβηκεν ἐπί τε μεγέθει τῆς εὐδαιμονίας μεθʼ ἧς ἐβίωσε καὶ παισὶ τοῖς αὐτοῦ κατέλιπεν, οὗ μετὰ ἑβδομήκοντα τῶν πάντων εἰς Αἴγυπτον ἀφικομένου ὑπὲρ ἑξήκοντά που μυριάδας ἤδη γεγόνατε. 2.215νῦν δʼ ἐμὲ τοῦ κοινῇ συμφέροντος ὑμῶν ἴστε προνοούμενον καὶ τῆς σῆς εὐκλείας· παῖς γὰρ οὗτος, οὗ τὴν γένεσιν Αἰγύπτιοι δεδιότες κατέκριναν ἀπολλύναι τὰ ἐξ Ἰσραηλιτῶν τικτόμενα, σὸς ἔσται καὶ λήσεται μὲν τοὺς ἐπʼ ὀλέθρῳ παραφυλάσσοντας, 2.216τραφεὶς δὲ παραδόξως τὸ μὲν Ἑβραίων γένος τῆς παρʼ Αἰγυπτίοις ἀνάγκης ἀπολύσει, μνήμης δὲ ἐφʼ ὅσον μενεῖ χρόνον τὰ σύμπαντα τεύξεται παρʼ ἀνθρώποις οὐχ Ἑβραίοις μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοφύλοις, ἐμοῦ τοῦτο χαριζομένου σοί τε καὶ τοῖς ἐκ σοῦ γενησομένοις. ἔσται δʼ αὐτῷ καὶ ἀδελφὸς τοιοῦτος, ὥστε τὴν ἐμὴν ἕξειν ἱερωσύνην αὐτόν τε καὶ τοὺς ἐγγόνους αὐτοῦ διὰ παντὸς τοῦ χρόνου.” 2.217

Ταῦτα τῆς ὄψεως αὐτῷ δηλωσάσης περιεγερθεὶς Ἀμαράμης ἐδήλου τῇ Ἰωχαβέλῃ, γυνὴ δʼ ἦν αὐτοῦ, καὶ τὸ δέος ἔτι μεῖζον διὰ τὴν τοῦ ὀνείρου πρόρρησιν αὐτοῖς συνίστατο· οὐ γὰρ ὡς περὶ παιδὸς μόνον εὐλαβεῖς ἦσαν, ἀλλὰ καὶ ὡς ἐπὶ μεγέθει τοσαύτης εὐδαιμονίας ἐσομένου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.211 Joseph. AJ 2.216 (English) >>Joseph. AJ 2.220

Powered by PhiloLogic